Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.335 Joseph. AJ 16.341 (English) >>Joseph. AJ 16.347

16.339συνεστώτων οὖν ἐπʼ ἀλλήλους καὶ δοθείσης ἡμέρας Νικόλαος παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων, 16.340χρήματά τε ὡς εἴη δεδανεισμένος ἐπʼ οὐδὲν ὑγιές, καὶ μοιχείας ἐξελέγχων οὐ τῶν ἐν Ἀραβίᾳ μόνον ἀλλὰ καὶ τῶν ἐν Ῥώμῃ γυναικῶν· προσετίθει δὲ τὸ μέγιστον, ὡς ἐξαπατήσειεν Καίσαρα μηδὲν ἀληθὲς διδάξας ὑπὲρ τῶν Ἡρώδῃ πεπραγμένων. 16.341ὡς δʼ ἧκεν ἐπὶ τοῦτον τὸν τόπον, μὲν Καῖσαρ ἐξεῖργεν αὐτὸν τοῦτο μόνον ἀξιῶν ὑπὲρ Ἡρώδου λέγειν, εἰ μὴ στρατιὰν ἤγαγεν εἰς Ἀραβίαν μηδὲ δισχιλίους πεντακοσίους ἀποκτείνειεν τῶν ἐκεῖ μηδʼ αἰχμαλώτους λάβοι τὴν χώραν διαρπάσας. 16.342πρὸς ταῦτα Νικόλαος ὑπὲρ τούτων ἔφη καὶ μάλιστα διδάξειν, ὅτι μηδὲν τὰ πλεῖστά γε αὐτῶν οὐ γέγονεν, ὡς σὺ ἀκήκοας καὶ δίκαιον ἦν ἐπʼ αὐτοῖς χαλεπώτερον φέρειν. 16.343πρὸς δὲ τὸ παράδοξον Καίσαρος ἐνδόντος αὑτὸν ἀκροατήν, τὸ δάνειον εἰπὼν τῶν πεντακοσίων ταλάντων καὶ τὴν συγγραφήν, ἐν καὶ τοῦτο ἦν προσγεγραμμένον ἐξεῖναι τῆς προθεσμίας παρελθούσης ῥύσια λαμβάνειν ἐξ ἁπάσης τῆς χώρας, τὴν μὲν στρατείαν οὐ στρατείαν ἔλεγεν, ἀλλʼ ἐπὶ δικαίαν τῶν ἰδίων ἀπαίτησιν χρημάτων· 16.344καὶ μηδὲ ταύτην ταχὺ μηδʼ ὡς ἐπέτρεπον αἱ συγγραφαί, πολλάκις μὲν ἐπὶ Σατορνῖνον ἐλθόντα καὶ Οὐολόμνιον τοὺς τῆς Συρίας ἡγεμόνας, τελευταῖον δὲ ἐν Βηρυτῷ τούτων ἐναντίον Συλλαίου τὴν σὴν τύχην ἐπομόσαντος, μὴν ἐντὸς ἡμερῶν τριάκοντα παρέξειν τὰ χρήματα καὶ τοὺς ἐκ τῆς ἀρχῆς τῆς Ἡρώδου πεφευγότας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.335 Joseph. AJ 16.341 (English) >>Joseph. AJ 16.347

Powered by PhiloLogic